Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.286 Joseph. AJ 2.290 (English) >>Joseph. AJ 2.294

2.288

δὲ βασιλεὺς οὐδὲν τούτῳ μᾶλλον πραχθέντι καταπλήττεται, προσοργισθεὶς δὲ καὶ μηδὲν αὐτῷ προχωρήσειν εἰπὼν ἐκ τῆς κατʼ Αἰγυπτίων σοφίας καὶ δεινότητος κελεύει τὸν ἐπὶ τῶν Ἑβραίων τεταγμένον μηδεμίαν αὐτοῖς ἄνεσιν παρέχειν τοῦ πονεῖν, ἀλλὰ πλείοσι τῶν πρότερον κακοῖς αὐτοὺς καταναγκάζειν. 2.289 δὲ ἄχυρον αὐτοῖς παρέχων εἰς τὴν πλινθείαν πρότερον οὐκέτι παρεῖχεν, ἀλλʼ ἡμέρας μὲν ἐπὶ τοῖς ἔργοις ταλαιπωρεῖν ἐποίει, νυκτὸς δὲ συνάγειν τὸ ἄχυρον. καὶ τοῦ δεινοῦ διπλασίονος ὄντος αὐτοῖς ἐν αἰτίαις Μωυσῆν εἶχον, ὡς τῶν ἔργων αὐτοῖς καὶ τῆς ταλαιπωρίας διʼ ἐκεῖνον χαλεπωτέρας γεγενημένης. 2.290 δʼ οὔτε πρὸς τὰς τοῦ βασιλέως ἀπειλὰς ἔκαμνεν οὔτε πρὸς τὰς τῶν Ἑβραίων μέμψεις ἐνεδίδου, τήν τε ψυχὴν παραστησάμενος πρὸς ἑκάτερον ἐπὶ τῷ πονεῖν καὶ τοῖς οἰκείοις ἐκπορίζειν τὴν ἐλευθερίαν ὑπῆρχε. 2.291καὶ παραγενόμενος πρὸς τὸν βασιλέα ἔπειθεν αὐτὸν ἀπολύειν τοὺς Ἑβραίους ἐπὶ τὸ Σιναῖον ὄρος ἐκεῖ θύσοντας τῷ θεῷ, τοῦτο γὰρ αὐτὸν κεκελευκέναι, καὶ μηδὲν ἀντιπράττειν οἷς ἐκεῖνος βούλεται, τὴν δʼ εὐμένειαν αὐτοῦ περὶ παντὸς ποιούμενον συγχωρεῖν αὐτοῖς τὴν ἔξοδον, μὴ καὶ λάθῃ τούτων κωλυτὴς γενόμενος αὑτὸν αἰτιάσασθαι πάσχων ὅσα παθεῖν εἰκὸς τὸν ἀντιπράττοντα θεοῦ προστάγμασι· 2.292τοῖς γὰρ χόλον ἐπʼ αὐτοὺς κινήσασι θεῖον ἐξ ἁπάντων φύεσθαι τὰ δεινὰ, καὶ οὔτε γῆ τούτοις οὔτε ἀὴρ φίλος οὔτε γοναὶ τέκνων κατὰ φύσιν, ἀλλʼ ἐχθρὰ πάντα καὶ πολέμια. πειραθήσεσθαί τε τούτων Αἰγυπτίους ἔφασκε μετὰ καὶ τοῦ τὸν Ἑβραίων λαὸν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν ἀκόντων ἐκείνων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.286 Joseph. AJ 2.290 (English) >>Joseph. AJ 2.294

Powered by PhiloLogic